Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ’ οὐ θέμις.
  2. ἀλλ’, ὦ φίλη δέσποινα, χρυσέας κόμης
  3. ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.
  4. μόνῳ γάρ ἐστι τοῦτ’ ἐμοὶ γέρας βροτῶν·
  5. σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι,
  6. κλύων μὲν αὐδήν, ὄμμα δ’ οὐχ ὁρῶν τὸ σόν.
  7. τέλος δὲ κάμψαιμ’ ὥσπερ ἠρξάμην βίου.
Θεράπων
  1. ἄναξ — θεοὺς γὰρ δεσπότας καλεῖν χρεών —
  2. ἆρ’ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ;
Ἱππόλυτος
  1. καὶ κάρτα γ’· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ’ ἄν.
Θεράπων
  1. οἶσθ’ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος ---
Ἱππόλυτος
  1. οὐκ οἶδα· τοῦ δὲ καί μ’ ἀνιστορεῖς πέρι;
Θεράπων
  1. μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσιν φίλον.
Ἱππόλυτος
  1. ὀρθῶς γε· τίς δ’ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;
Θεράπων
  1. ἐν δ’ εὐπροσηγόροισιν ἔστι τις χάρις;
Ἱππόλυτος
  1. πλείστη γε, καὶ κέρδος γε σὺν μόχθῳ βραχεῖ.
Θεράπων
  1. ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε;
Ἱππόλυτος
  1. εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα.
Θεράπων
  1. πῶς οὖν σὺ σεμνός, δαίμον’ οὐ προσεννέπων ---
Ἱππόλυτος
  1. τίν’; εὐλαβοῦ δὲ μή τί σου σφαλῇ στόμα.