Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τήνδ’, ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις.
Ἱππόλυτος
  1. πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.
Θεράπων
  1. σεμνός γε μέντοι κἀπίσημος ἐν βροτοῖς.
Ἱππόλυτος
  1. ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει.
Θεράπων
  1. εὐδαιμονοίης νοῦν ἔχων ὅσον σε δεῖ.
Ἱππόλυτος
  1. οὐδείς μ’ ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν.
Θεράπων
  1. τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών.
Ἱππόλυτος
  1. χωρεῖτ’, ὀπαδοί, καὶ παρελθόντες δόμους
  2. σίτων μέλεσθε· τερπνὸν ἐκ κυναγίας
  3. τράπεζα πλήρης· καὶ καταψήχειν χρεὼν
  4. ἵππους, ὅπως ἂν ἅρμασιν ζεύξας ὕπο
  5. βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα.
  6. τὴν σὴν δὲ Κύπριν πόλλ’ ἐγὼ χαίρειν λέγω.
Θεράπων
  1. ἡμεῖς δέ — τοὺς νέους γὰρ οὐ μιμητέον,
  2. φρονοῦντας οὕτως — ὡς πρέπει δούλοις λέγειν,
  3. προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν,
  4. δέσποινα Κύπρι. χρὴ δὲ συγγνώμην ἔχειν,
  5. εἴ τίς σ’ ὑφ’ ἥβης σπλάγχνον ἔντονον φέρων
  6. μάταια βάζει· μὴ δόκει τούτων κλύειν·
  7. σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.