Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. Ἄρτεμιν, ᾇ μελόμεσθα.
Χορός Κυνηγῶν
  1. πότνια πότνια σεμνοτάτα,
  2. Ζανὸς γένεθλον,
  3. χαῖρε, χαῖρέ μοι, ὦ κόρα
  4. Λατοῦς Ἄρτεμι καὶ Διός,
  5. καλλίστα πολὺ παρθένων,
  6. ἃ μέγαν κατ’ οὐρανὸν
  7. ναίεις εὐπατέρειαν αὐ-
  8. λάν, Ζηνὸς πολύχρυσον οἶκον.
  9. χαῖρέ μοι, ὦ καλλίστα καλ-
  10. λίστα τῶν κατ’ Ὄλυμπον.
  11. παρθένων, Ἄρτεμι.
Ἱππόλυτος
  1. σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου
  2. λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,
  3. ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ
  4. οὔτ’ ἦλθέ πω σίδαρος, ἀλλ’ ἀκήρατον
  5. μέλισσα λειμῶν’ ἠρινὴ διέρχεται,
  6. Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις·
  7. ὅσοις διδακτὸν μηδέν, ἀλλ’ ἐν τῇ φύσει
  8. τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάνθ’ ὁμῶς,