Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. κακοτυχεστάτα γυναικῶν ἐγώ.
Χορός
  1. φεῦ φεῦ· πέπρακται, κοὐ κατώρθωνται τέχναι,
  2. δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ’ ἔχει.
Φαίδρα
  1. ὦ παγκακίστη καὶ φίλων διαφθορεῦ,
  2. οἷ’ εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸς
  3. πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.
  4. οὐκ εἶπον — οὐ σῆς προυνοησάμην φρενός; —
  5. σιγᾶν ἐφ’ οἷσι νῦν ἐγὼ κακύνομαι;
  6. σὺ δ’ οὐκ ἀνέσχου· τοιγὰρ οὐκέτ’ εὐκλεεῖς
  7. θανούμεθ’. ἀλλὰ δεῖ με δὴ καινῶν λόγων.
  8. οὗτος γὰρ ὀργῇ συντεθηγμένος φρένας
  9. ἐρεῖ καθ’ ἡμῶν πατρὶ σὰς ἁμαρτίας,
  10. ἐρεῖ δὲ Πιτθεῖ τῷ γέροντι συμφοράς,
  11. πλήσει τε πᾶσαν γαῖαν αἰσχίστων λόγων.
  12. ὄλοιο καὶ σὺ χὥστις ἄκοντας φίλους