Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. γυναῖκας, οὐδ’ εἴ φησί τίς μ’ ἀεὶ λέγειν·
  2. ἀεὶ γὰρ οὖν πώς εἰσι κἀκεῖναι κακαί.
  3. ἤ νύν τις αὐτὰς σωφρονεῖν διδαξάτω,
  4. ἢ κἄμ’ ἐάτω ταῖσδ’ ἐπεμβαίνειν ἀεί.
Φαίδρα
  1. τάλανες ὦ κακοτυχεῖς
  2. γυναικῶν πότμοι.
  3. τίνα νῦν ἢ τέχναν ἔχομεν ἢ τίνας
  4. σφαλεῖσαι κάθαμμα λύειν λόγους;
  5. ἐτύχομεν δίκας· ἰὼ γᾶ καὶ φῶς.
  6. πᾷ ποτ’ ἐξαλύξω τύχας;
  7. πῶς δὲ πῆμα κρύψω, φίλαι;
  8. τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν
  9. πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων
  10. φανείη; τὸ γὰρ παρ’ ἡμῖν πάθος
  11. πέραν δυσεκπέρατον ἔρχεται βίου.