Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. πρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν.
Τροφός
  1. δέσποιν’, ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά·
  2. τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ·
  3. ἔχω δὲ κἀγὼ πρὸς τάδ’, εἰ δέξῃ, λέγειν.
  4. ἔθρεψά σ’ εὔνους τ’ εἰμί· τῆς νόσου δέ σοι
  5. ζητοῦσα φάρμαχ’ ηὗρον οὐχ ἁβουλόμην.
  6. εἰ δ’ εὖ γ’ ἔπραξα, κάρτ’ ἂν ἐν σοφοῖσιν ἦ·
  7. πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.
Φαίδρα
  1. ἦ γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι,
  2. τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις;
Τροφός
  1. μακρηγοροῦμεν· οὐκ ἐσωφρόνουν ἐγώ.
  2. ἀλλ’ ἔστι κἀκ τῶνδ’ ὥστε σωθῆναι, τέκνον.
Φαίδρα
  1. παῦσαι λέγουσα· καὶ τὰ πρὶν γὰρ οὐ καλῶς
  2. παρῄνεσάς μοι κἀπεχείρησας κακά.
  3. ἀλλ’ ἐκποδὼν ἄπελθε καὶ σαυτῆς πέρι