Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὁ μῦθος, ὦ παῖ, κοινὸς οὐδαμῶς ὅδε.
Ἱππόλυτος
  1. τά τοι κάλ’ ἐν πολλοῖσι κάλλιον λέγειν.
Τροφός
  1. ὦ τέκνον, ὅρκους μηδαμῶς ἀτιμάσῃς.
Ἱππόλυτος
  1. ἡ γλῶσσ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτος.
Τροφός
  1. ὦ παῖ, τί δράσεις; σοὺς φίλους διεργάσῃ;
Ἱππόλυτος
  1. ἀπέπτυσ’· οὐδεὶς ἄδικός ἐστί μοι φίλος.
Τροφός
  1. σύγγνωθ’· ἁμαρτεῖν εἰκὸς ἀνθρώπους, τέκνον.
Ἱππόλυτος
  1. ὦ Ζεῦ, τί δὴ κίβδηλον ἀνθρώποις κακὸν
  2. γυναῖκας ἐς φῶς ἡλίου κατῴκισας;
  3. εἰ γὰρ βρότειον ἤθελες σπεῖραι γένος,
  4. οὐκ ἐκ γυναικῶν χρῆν παρασχέσθαι τόδε,
  5. ἀλλ’ ἀντιθέντας σοῖσιν ἐν ναοῖς βροτοὺς
  6. ἢ χρυσὸν ἢ σίδηρον ἢ χαλκοῦ βάρος
  7. παίδων πρίασθαι σπέρμα, τοῦ τιμήματος
  8. τῆς ἀξίας ἕκαστον, ἐν δὲ δώμασιν
  9. ναίειν ἐλευθέροισι θηλειῶν ἄτερ.
  10. νῦν δ’ ἐς δόμους μὲν πρῶτον ἄξεσθαι κακὸν
  11. μέλλοντες ὄλβον δωμάτων ἐκπίνομεν.
  12. τούτῳ δὲ δῆλον ὡς γυνὴ κακὸν μέγα·