Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. προσθεὶς γὰρ ὁ σπείρας τε καὶ θρέψας πατὴρ
  2. φερνὰς ἀπῴκισ’, ὡς ἀπαλλαχθῇ κακοῦ.
  3. ὁ δ’ αὖ λαβὼν ἀτηρὸν ἐς δόμους φυτὸν
  4. γέγηθε κόσμον προστιθεὶς ἀγάλματι
  5. καλὸν κακίστῳ καὶ πέπλοισιν ἐκπονεῖ
  6. δύστηνος, ὄλβον δωμάτων ὑπεξελών.
  7. ἔχει δ’ ἀνάγκην, ὥστε κηδεύσας καλοῖς
  8. γαμβροῖσι χαίρων σῴζεται πικρὸν λέχος,
  9. ἢ χρηστὰ λέκτρα, πενθεροὺς δ’ ἀνωφελεῖς
  10. λαβὼν πιέζει τἀγαθῷ τὸ δυστυχές.
  11. ῥᾷστον δ’ ὅτῳ τὸ μηδέν, ἀλλ’ ἀνωφελὴς
  12. εὐηθίᾳ κατ’ οἶκον ἵδρυται γυνή.
  13. σοφὴν δὲ μισῶ· μὴ γὰρ ἔν γ’ ἐμοῖς δόμοις
  14. εἴη φρονοῦσα πλείον’ ἢ γυναῖκα χρή.
  15. τὸ γὰρ κακοῦργον μᾶλλον ἐντίκτει Κύπρις
  16. ἐν ταῖς σοφαῖσιν· ἡ δ’ ἀμήχανος γυνὴ
  17. γνώμῃ βραχείᾳ μωρίαν ἀφῃρέθη.
  18. χρῆν δ’ ἐς γυναῖκα πρόσπολον μὲν οὐ περᾶν,
  19. ἄφθογγα δ’ αὐταῖς συγκατοικίζειν δάκη