Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τὴν δεσπότου προδοῦσαν ἐξαυδᾷ λέχος.
- ὤμοι ἐγὼ κακῶν· προδέδοσαι, φίλα.
- τί σοι μήσομαι;
- τὰ κρυπτὰ γὰρ πέφηνε, διὰ δ’ ὄλλυσαι —
- αἰαῖ, ἒ ἔ.
- πρόδοτος ἐκ φίλων.
- ἀπώλεσέν μ’ εἰποῦσα συμφορὰς ἐμάς,
- φίλως, καλῶς δ’ οὐ τήνδ’ ἰωμένη νόσον.
- πῶς οὖν; τί δράσεις, ὦ παθοῦσ’ ἀμήχανα;
- οὐκ οἶδα πλὴν ἕν· κατθανεῖν ὅσον τάχος,
- τῶν νῦν παρόντων πημάτων ἄκος μόνον.
- ὦ γαῖα μῆτερ ἡλίου τ’ ἀναπτυχαί,
- οἵων λόγων ἄρρητον εἰσήκουσ’ ὄπα.
- σίγησον, ὦ παῖ, πρίν τιν’ αἰσθέσθαι βοῆς.
- οὐκ ἔστ’ ἀκούσας δείν’ ὅπως σιγήσομαι.
- ναὶ πρός σε τῆς σῆς δεξιᾶς εὐωλένου.
- οὐ μὴ προσοίσεις χεῖρα μηδ’ ἅψῃ πέπλων.
- ὦ πρός σε γονάτων, μηδαμῶς μ’ ἐξεργάσῃ.
- τί δ’, εἴπερ, ὡς φῄς, μηδὲν εἴρηκας κακόν;