Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τί δ’ ἔστι, Φαίδρα, δεινὸν ἐν δόμοισί σοι;
Φαίδρα
  1. ἐπίσχετ’, αὐδὴν τῶν ἔσωθεν ἐκμάθω.
Χορός
  1. σιγῶ· τὸ μέντοι φροίμιον κακὸν τόδε.
Φαίδρα
  1. ἰώ μοι, αἰαῖ·
  2. ὦ δυστάλαινα τῶν ἐμῶν παθημάτων.
Χορός
  1. τίνα θροεῖς αὐδάν; τίνα βοᾷς λόγον;
  2. ἔνεπε, τίς φοβεῖ σε φήμα, γύναι,
  3. φρένας ἐπίσσυτος;
Φαίδρα
  1. ἀπωλόμεσθα. ταῖσδ’ ἐπιστᾶσαι πύλαις
  2. ἀκούσαθ’ οἷος κέλαδος ἐν δόμοις πίτνει.
Χορός
  1. σὺ παρὰ κλῇθρα, σοὶ μέλει πομπίμα
  2. φάτις δωμάτων.
  3. ἔνεπε δ’ ἔνεπέ μοι, τί ποτ’ ἔβα κακόν;
Φαίδρα
  1. ὁ τῆς φιλίππου παῖς Ἀμαζόνος βοᾷ
  2. Ἱππόλυτος, αὐδῶν δεινὰ πρόσπολον κακά.
Χορός
  1. ἀχὰν μὲν κλύω, σαφὲς δ’ οὐκ ἔχω·
  2. γεγωνεῖ δ’ ὅπᾳ
  3. διὰ πύλας ἔμολεν ἔμολε σοὶ βοά.
Φαίδρα
  1. καὶ μὴν σαφῶς γε τὴν κακῶν προμνήστριαν,