Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. Ἱππόλυτον, ἔξω τῶνδε βήσομαι τόπων.
  2. πολὺς δ’ ἅμ’ αὐτῷ προσπόλων ὀπισθόπους
  3. κῶμος λέλακεν, Ἄρτεμιν τιμῶν θεὰν
  4. ὕμνοισιν· οὐ γὰρ οἶδ’ ἀνεῳγμένας πύλας
  5. Ἅιδου, φάος δὲ λοίσθιον βλέπων τόδε.
Ἱππόλυτος
  1. ἕπεσθ’ ἀείδοντες ἕπεσθε
  2. τὰν Διὸς οὐρανίαν
  3. Ἄρτεμιν, ᾇ μελόμεσθα.
Χορός Κυνηγῶν
  1. πότνια πότνια σεμνοτάτα,
  2. Ζανὸς γένεθλον,
  3. χαῖρε, χαῖρέ μοι, ὦ κόρα
  4. Λατοῦς Ἄρτεμι καὶ Διός,
  5. καλλίστα πολὺ παρθένων,
  6. ἃ μέγαν κατ’ οὐρανὸν
  7. ναίεις εὐπατέρειαν αὐ-
  8. λάν, Ζηνὸς πολύχρυσον οἶκον.
  9. χαῖρέ μοι, ὦ καλλίστα καλ-
  10. λίστα τῶν κατ’ Ὄλυμπον.
  11. παρθένων, Ἄρτεμι.