Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐπεὶ δὲ Θησεὺς Κεκροπίαν λείπει χθόνα,
  2. μίασμα φεύγων αἵματος Παλλαντιδῶν,
  3. καὶ τήνδε σὺν δάμαρτι ναυστολεῖ χθόνα,
  4. ἐνιαυσίαν ἔκδημον αἰνέσας φυγήν,
  5. ἐνταῦθα δὴ στένουσα κἀκπεπληγμένη
  6. κέντροις ἔρωτος ἡ τάλαιν’ ἀπόλλυται
  7. σιγῇ· ξύνοιδε δ’ οὔτις οἰκετῶν νόσον.
  8. ἀλλ’ οὔτι ταύτῃ τόνδ’ ἔρωτα χρὴ πεσεῖν·
  9. δείξω δὲ Θησεῖ πρᾶγμα, κἀκφανήσεται.
  10. καὶ τὸν μὲν ἡμῖν πολέμιον νεανίαν
  11. κτενεῖ πατὴρ ἀραῖσιν, ἃς ὁ πόντιος
  12. ἄναξ Ποσειδῶν ὤπασεν Θησεῖ γέρας,
  13. μηδὲν μάταιον ἐς τρὶς εὔξασθαι θεῷ.
  14. ἣ δ’ εὐκλεὴς μέν, ἀλλ’ ὅμως ἀπόλλυται,
  15. Φαίδρα· τὸ γὰρ τῆσδ’ οὐ προτιμήσω κακὸν
  16. τὸ μὴ οὐ παρασχεῖν τοὺς ἐμοὺς ἐχθροὺς ἐμοὶ
  17. δίκην τοσαύτην ὥστ’ ἐμοὶ καλῶς ἔχειν.
  18. ἀλλ’, εἰσορῶ γὰρ τόνδε παῖδα Θησέως
  19. στείχοντα, θήρας μόχθον ἐκλελοιπότα,