Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. σοὶ τόνδε πλεκτὸν στέφανον ἐξ ἀκηράτου
  2. λειμῶνος, ὦ δέσποινα, κοσμήσας φέρω,
  3. ἔνθ’ οὔτε ποιμὴν ἀξιοῖ φέρβειν βοτὰ
  4. οὔτ’ ἦλθέ πω σίδαρος, ἀλλ’ ἀκήρατον
  5. μέλισσα λειμῶν’ ἠρινὴ διέρχεται,
  6. Αἰδὼς δὲ ποταμίαισι κηπεύει δρόσοις·
  7. ὅσοις διδακτὸν μηδέν, ἀλλ’ ἐν τῇ φύσει
  8. τὸ σωφρονεῖν εἴληχεν ἐς τὰ πάνθ’ ὁμῶς,
  9. τούτοις δρέπεσθαι, τοῖς κακοῖσι δ’ οὐ θέμις.
  10. ἀλλ’, ὦ φίλη δέσποινα, χρυσέας κόμης
  11. ἀνάδημα δέξαι χειρὸς εὐσεβοῦς ἄπο.
  12. μόνῳ γάρ ἐστι τοῦτ’ ἐμοὶ γέρας βροτῶν·
  13. σοὶ καὶ ξύνειμι καὶ λόγοις ἀμείβομαι,
  14. κλύων μὲν αὐδήν, ὄμμα δ’ οὐχ ὁρῶν τὸ σόν.
  15. τέλος δὲ κάμψαιμ’ ὥσπερ ἠρξάμην βίου.
Θεράπων
  1. ἄναξ — θεοὺς γὰρ δεσπότας καλεῖν χρεών —
  2. ἆρ’ ἄν τί μου δέξαιο βουλεύσαντος εὖ;
Ἱππόλυτος
  1. καὶ κάρτα γ’· ἦ γὰρ οὐ σοφοὶ φαινοίμεθ’ ἄν.
Θεράπων
  1. οἶσθ’ οὖν βροτοῖσιν ὃς καθέστηκεν νόμος ---