Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ψυχὴν ἔρωτι, τᾀσχρὰ δ’ ἢν λέγῃς καλῶς,
  2. ἐς τοῦθ’ ὃ φεύγω νῦν ἀναλωθήσομαι.
Τροφός
  1. εἴ τοι δοκεῖ σοι, χρῆν μὲν οὔ σ’ ἁμαρτάνειν·
  2. εἰ δ’ οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις.
  3. ἔστιν κατ’ οἴκους φίλτρα μοι θελκτήρια
  4. ἔρωτος, ἦλθε δ’ ἄρτι μοι γνώμης ἔσω,
  5. ἅ σ’ οὔτ’ ἐπ’ αἰσχροῖς οὔτ’ ἐπὶ βλάβῃ φρενῶν
  6. παύσει νόσου τῆσδ’, ἢν σὺ μὴ γένῃ κακή.
  7. δεῖ δ’ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου
  8. σημεῖον, ἢ λόγον τιν’ ἢ πέπλων ἄπο
  9. λαβεῖν, συνάψαι τ’ ἐκ δυοῖν μίαν χάριν.
Φαίδρα
  1. πότερα δὲ χριστὸν ἢ ποτὸν τὸ φάρμακον;
Τροφός
  1. οὐκ οἶδ’· ὀνάσθαι, μὴ μαθεῖν βούλου, τέκνον.
Φαίδρα
  1. δέδοιχ’ ὅπως μοι μὴ λίαν φανῇς σοφή.
Τροφός
  1. πάντ’ ἂν φοβηθεῖσ’ ἴσθι· δειμαίνεις δὲ τί;
Φαίδρα
  1. μή μοί τι Θησέως τῶνδε μηνύσῃς τόκῳ.
Τροφός
  1. ἔασον, ὦ παῖ· ταῦτ’ ἐγὼ θήσω καλῶς.
  2. μόνον σύ μοι, δέσποινα ποντία Κύπρι,
  3. συνεργὸς εἴης. τἄλλα δ’ οἷ’ ἐγὼ φρονῶ