Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τοῦτ’ ἔσθ’ ὃ θνητῶν εὖ πόλεις οἰκουμένας
- δόμους τ’ ἀπόλλυσ’, οἱ καλοὶ λίαν λόγοι.
- οὐ γὰρ τὰ τοῖσιν ὠσὶ τερπνὰ χρὴ λέγειν,
- ἀλλ’ ἐξ ὅτου τις εὐκλεὴς γενήσεται.
- τί σεμνομυθεῖς; οὐ λόγων εὐσχημόνων
- δεῖ σ’, ἀλλὰ τἀνδρός. — ὡς τάχος διοιστέον,
- τὸν εὐθὺν ἐξειπόντας ἀμφὶ σοῦ λόγον.
- εἰ μὲν γὰρ ἦν σοι μὴ ’πὶ συμφοραῖς βίος
- τοιαῖσδε, σώφρων δ’ οὖσ’ ἐτύγχανες γυνή,
- οὐκ ἄν ποτ’ εὐνῆς οὕνεχ’ ἡδονῆς τε σῆς
- προσῆγον ἄν σε δεῦρο· νῦν δ’ ἀγὼν μέγας
- σῶσαι βίον σόν, κοὐκ ἐπίφθονον τόδε.
- ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλῄσεις στόμα
- καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;
- αἴσχρ’, ἀλλ’ ἀμείνω τῶν καλῶν τάδ’ ἐστί σοι.
- κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,
- ἢ τοὔνομ’, ᾧ σὺ κατθανῇ γαυρουμένη.
- καὶ μή σε πρὸς θεῶν — εὖ λέγεις γάρ, αἰσχρὰ δέ —
- πέρα προβῇς τῶνδ’· ὡς ὑπείργασμαι μὲν εὖ