Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- τοῖς ἔνδον ἡμῖν ἀρκέσει λέξαι φίλοις.
- Ἔρως Ἔρως, ὃ κατ’ ὀμμάτων
- στάζεις πόθον, εἰσάγων γλυκεῖαν
- ψυχᾷ χάριν οὓς ἐπιστρατεύσῃ,
- μή μοί ποτε σὺν κακῷ φανείης
- μηδ’ ἄρρυθμος ἔλθοις.
- οὔτε γὰρ πυρὸς οὔτ’ ἄστρων ὑπέρτερον βέλος,
- οἷον τὸ τᾶς Ἀφροδίτας
- ἵησιν ἐκ χερῶν
- Ἔρως, ὁ Διὸς παῖς.
- ἄλλως ἄλλως παρά τ’ Ἀλφεῷ
- Φοίβου τ’ ἐπὶ Πυθίοις τεράμνοις
- βούταν φόνον Ἑλλὰς αἶ’ ἀέξει·
- Ἔρωτα δέ, τὸν τύραννον ἀνδρῶν,
- τὸν τᾶς Ἀφροδίτας
- φιλτάτων θαλάμων κλῃδοῦχον, οὐ σεβίζομεν,
- πέρθοντα καὶ διὰ πάσας
- ἰόντα συμφορᾶς
- θνατοῖς, ὅταν ἔλθῃ.