Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- οὐδ’ ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς·
- οὐδὲ στέγην γὰρ ἧς κατηρεφεῖς δόμοι
- καλῶς ἀκριβώσειαν· ἐς δὲ τὴν τύχην
- πεσοῦσ’ ὅσην σὺ πῶς ἂν ἐκνεῦσαι δοκεῖς;
- ἀλλ’, εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις,
- ἄνθρωπος οὖσα, κάρτα γ’ εὖ πράξειας ἄν.
- ἀλλ’, ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν,
- λῆξον δ’ ὑβρίζουσ’· οὐ γὰρ ἄλλο πλὴν ὕβρις
- τάδ’ ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν·
- τόλμα δ’ ἐρῶσα· θεὸς ἐβουλήθη τάδε.
- νοσοῦσα δ’ εὖ πως τὴν νόσον καταστρέφου.
- εἰσὶν δ’ ἐπῳδαὶ καὶ λόγοι θελκτήριοι·
- φανήσεταί τι τῆσδε φάρμακον νόσου.
- ἦ τἄρ’ ἂν ὀψέ γ’ ἄνδρες ἐξεύροιεν ἄν,
- εἰ μὴ γυναῖκες μηχανὰς εὑρήσομεν.
- Φαίδρα, λέγει μὲν ἥδε χρησιμώτερα
- πρὸς τὴν παροῦσαν ξυμφοράν, αἰνῶ δὲ σέ.
- ὁ δ’ αἶνος οὗτος δυσχερέστερος λόγων
- τῶν τῆσδε καὶ σοὶ μᾶλλον ἀλγίων κλύειν.