Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. κλύδωνι Κύπρις, πάντα δ’ ἐκ ταύτης ἔφυ·
  2. ἥδ’ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ’ ἔρον
  3. οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔγγονοι.
  4. ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρων
  5. ἔχουσιν αὐτοί τ’ εἰσὶν ἐν μούσαις ἀεί,
  6. ἴσασι μὲν Ζεὺς ὥς ποτ’ ἠράσθη γάμων
  7. Σεμέλης, ἴσασι δ’ ὡς ἀνήρπασέν ποτε
  8. ἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως
  9. ἔρωτος εἵνεκ’· ἀλλ’ ὅμως ἐν οὐρανῷ
  10. ναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς,
  11. στέργουσι δ’, οἶμαι, ξυμφορᾷ νικώμενοι.
  12. σὺ δ’ οὐκ ἀνέξῃ; χρῆν σ’ ἐπὶ ῥητοῖς ἄρα
  13. πατέρα φυτεύειν, ἢ ’πὶ δεσπόταις θεοῖς
  14. ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους.
  15. πόσους δοκεῖς δὴ κάρτ’ ἔχοντας εὖ φρενῶν
  16. νοσοῦνθ’ ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν;
  17. πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσι
  18. συνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρ
  19. τάδ’ ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.