Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. προθεὶς κάτοπτρον ὥστε παρθένῳ νέᾳ
  2. χρόνος· παρ’ οἷσι μήποτ’ ὀφθείην ἐγώ.
Χορός
  1. φεῦ φεῦ· τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν
  2. καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται.
Τροφός
  1. δέσποιν’, ἐμοί τοι συμφορὰ μὲν ἀρτίως
  2. ἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον·
  3. νῦν δ’ ἐννοοῦμαι φαῦλος οὖσα· κἀν βροτοῖς
  4. αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.
  5. οὐ γὰρ περισσὸν οὐδὲν οὐδ’ ἔξω λόγου
  6. πέπονθας· ὀργαὶ δ’ ἐς σ’ ἀπέσκηψαν θεᾶς.
  7. ἐρᾷς· τί τοῦτο θαῦμα; σὺν πολλοῖς βροτῶν.
  8. κἄπειτ’ ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς;
  9. οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας,
  10. ὅσοι τε μέλλουσ’, εἰ θανεῖν αὐτοὺς χρεών·
  11. Κύπρις γὰρ οὐ φορητός, ἢν πολλὴ ῥυῇ·
  12. ἣ τὸν μὲν εἴκονθ’ ἡσυχῇ μετέρχεται,
  13. ὃν δ’ ἂν περισσὸν καὶ φρονοῦνθ’ εὕρῃ μέγα,
  14. τοῦτον λαβοῦσα — πῶς δοκεῖς; — καθύβρισεν.
  15. φοιτᾷ δ’ ἀν’ αἰθέρ’, ἔστι δ’ ἐν θαλασσίῳ