Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- αἱ δεύτεραί πως φροντίδες σοφώτεραι.
- οὐ γὰρ περισσὸν οὐδὲν οὐδ’ ἔξω λόγου
- πέπονθας· ὀργαὶ δ’ ἐς σ’ ἀπέσκηψαν θεᾶς.
- ἐρᾷς· τί τοῦτο θαῦμα; σὺν πολλοῖς βροτῶν.
- κἄπειτ’ ἔρωτος οὕνεκα ψυχὴν ὀλεῖς;
- οὔ τἄρα λύει τοῖς ἐρῶσι τῶν πέλας,
- ὅσοι τε μέλλουσ’, εἰ θανεῖν αὐτοὺς χρεών·
- Κύπρις γὰρ οὐ φορητός, ἢν πολλὴ ῥυῇ·
- ἣ τὸν μὲν εἴκονθ’ ἡσυχῇ μετέρχεται,
- ὃν δ’ ἂν περισσὸν καὶ φρονοῦνθ’ εὕρῃ μέγα,
- τοῦτον λαβοῦσα — πῶς δοκεῖς; — καθύβρισεν.
- φοιτᾷ δ’ ἀν’ αἰθέρ’, ἔστι δ’ ἐν θαλασσίῳ
- κλύδωνι Κύπρις, πάντα δ’ ἐκ ταύτης ἔφυ·
- ἥδ’ ἐστὶν ἡ σπείρουσα καὶ διδοῦσ’ ἔρον
- οὗ πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔγγονοι.
- ὅσοι μὲν οὖν γραφάς τε τῶν παλαιτέρων
- ἔχουσιν αὐτοί τ’ εἰσὶν ἐν μούσαις ἀεί,
- ἴσασι μὲν Ζεὺς ὥς ποτ’ ἠράσθη γάμων
- Σεμέλης, ἴσασι δ’ ὡς ἀνήρπασέν ποτε
- ἡ καλλιφεγγὴς Κέφαλον ἐς θεοὺς Ἕως