Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν
  2. οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην
  3. τέραμνά τ’ οἴκων μή ποτε φθογγὴν ἀφῇ;
  4. ἡμᾶς γὰρ αὐτὸ τοῦτ’ ἀποκτείνει, φίλαι,
  5. ὡς μήποτ’ ἄνδρα τὸν ἐμὸν αἰσχύνασ’ ἁλῶ,
  6. μὴ παῖδας οὓς ἔτικτον· ἀλλ’ ἐλεύθεροι
  7. παρρησίᾳ θάλλοντες οἰκοῖεν πόλιν
  8. κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ’ εὐκλεεῖς.
  9. δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ,
  10. ὅταν ξυνειδῇ μητρὸς ἢ πατρὸς κακά.
  11. μόνον δὲ τοῦτό φασ’ ἁμιλλᾶσθαι βίῳ,
  12. γνώμην δικαίαν κἀγαθήν, ὅτῳ παρῇ.
  13. κακοὺς δὲ θνητῶν ἐξέφην’, ὅταν τύχῃ,
  14. προθεὶς κάτοπτρον ὥστε παρθένῳ νέᾳ
  15. χρόνος· παρ’ οἷσι μήποτ’ ὀφθείην ἐγώ.
Χορός
  1. φεῦ φεῦ· τὸ σῶφρον ὡς ἁπανταχοῦ καλὸν
  2. καὶ δόξαν ἐσθλὴν ἐν βροτοῖς καρπίζεται.
Τροφός
  1. δέσποιν’, ἐμοί τοι συμφορὰ μὲν ἀρτίως
  2. ἡ σὴ παρέσχε δεινὸν ἐξαίφνης φόβον·
  3. νῦν δ’ ἐννοοῦμαι φαῦλος οὖσα· κἀν βροτοῖς