Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔρωτος εἵνεκ’· ἀλλ’ ὅμως ἐν οὐρανῷ
  2. ναίουσι κοὐ φεύγουσιν ἐκποδὼν θεούς,
  3. στέργουσι δ’, οἶμαι, ξυμφορᾷ νικώμενοι.
  4. σὺ δ’ οὐκ ἀνέξῃ; χρῆν σ’ ἐπὶ ῥητοῖς ἄρα
  5. πατέρα φυτεύειν, ἢ ’πὶ δεσπόταις θεοῖς
  6. ἄλλοισιν, εἰ μὴ τούσδε γε στέρξεις νόμους.
  7. πόσους δοκεῖς δὴ κάρτ’ ἔχοντας εὖ φρενῶν
  8. νοσοῦνθ’ ὁρῶντας λέκτρα μὴ δοκεῖν ὁρᾶν;
  9. πόσους δὲ παισὶ πατέρας ἡμαρτηκόσι
  10. συνεκκομίζειν Κύπριν; ἐν σοφοῖσι γὰρ
  11. τάδ’ ἐστὶ θνητῶν, λανθάνειν τὰ μὴ καλά.
  12. οὐδ’ ἐκπονεῖν τοι χρὴ βίον λίαν βροτούς·
  13. οὐδὲ στέγην γὰρ ἧς κατηρεφεῖς δόμοι
  14. καλῶς ἀκριβώσειαν· ἐς δὲ τὴν τύχην
  15. πεσοῦσ’ ὅσην σὺ πῶς ἂν ἐκνεῦσαι δοκεῖς;
  16. ἀλλ’, εἰ τὰ πλείω χρηστὰ τῶν κακῶν ἔχεις,
  17. ἄνθρωπος οὖσα, κάρτα γ’ εὖ πράξειας ἄν.
  18. ἀλλ’, ὦ φίλη παῖ, λῆγε μὲν κακῶν φρενῶν,
  19. λῆξον δ’ ὑβρίζουσ’· οὐ γὰρ ἄλλο πλὴν ὕβρις
  20. τάδ’ ἐστί, κρείσσω δαιμόνων εἶναι θέλειν·