Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. τόδ’ ἦρξε θηλείαισι γίγνεσθαι κακόν.
  2. ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῇ,
  3. ἦ κάρτα δόξει τοῖς κακοῖς γ’ εἶναι καλά.
  4. μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,
  5. λάθρᾳ δὲ τόλμας οὐ καλὰς κεκτημένας.
  6. αἳ πῶς ποτ’, ὦ δέσποινα ποντία Κύπρι,
  7. βλέπουσιν ἐς πρόσωπα τῶν ξυνευνετῶν
  8. οὐδὲ σκότον φρίσσουσι τὸν ξυνεργάτην
  9. τέραμνά τ’ οἴκων μή ποτε φθογγὴν ἀφῇ;
  10. ἡμᾶς γὰρ αὐτὸ τοῦτ’ ἀποκτείνει, φίλαι,
  11. ὡς μήποτ’ ἄνδρα τὸν ἐμὸν αἰσχύνασ’ ἁλῶ,
  12. μὴ παῖδας οὓς ἔτικτον· ἀλλ’ ἐλεύθεροι
  13. παρρησίᾳ θάλλοντες οἰκοῖεν πόλιν
  14. κλεινῶν Ἀθηνῶν, μητρὸς οὕνεκ’ εὐκλεεῖς.
  15. δουλοῖ γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ᾖ,
  16. ὅταν ξυνειδῇ μητρὸς ἢ πατρὸς κακά.
  17. μόνον δὲ τοῦτό φασ’ ἁμιλλᾶσθαι βίῳ,
  18. γνώμην δικαίαν κἀγαθήν, ὅτῳ παρῇ.
  19. κακοὺς δὲ θνητῶν ἐξέφην’, ὅταν τύχῃ,