Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. φρονήματ’ ἀνδρῶν νουθετεῖν ἐπίσταται,
  2. αὐτὴ δ’ ὑφ’ αὑτῆς πλεῖστα κέκτηται κακά.
  3. τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν
  4. τῷ σωφρονεῖν νικῶσα προυνοησάμην.
  5. τρίτον δ’, ἐπειδὴ τοισίδ’ οὐκ ἐξήνυτον
  6. Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι,
  7. κράτιστον — οὐδεὶς ἀντερεῖ — βουλευμάτων.
  8. ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ
  9. μήτ’ αἰσχρὰ δρώσῃ μάρτυρας πολλοὺς ἔχειν.
  10. τὸ δ’ ἔργον ᾔδη τὴν νόσον τε δυσκλεᾶ,
  11. γυνή τε πρὸς τοῖσδ’ οὖσ’ ἐγίγνωσκον καλῶς,
  12. μίσημα πᾶσιν. ὡς ὄλοιτο παγκάκως
  13. ἥτις πρὸς ἄνδρας ἤρξατ’ αἰσχύνειν λέχη
  14. πρώτη θυραίους. ἐκ δὲ γενναίων δόμων
  15. τόδ’ ἦρξε θηλείαισι γίγνεσθαι κακόν.
  16. ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῇ,
  17. ἦ κάρτα δόξει τοῖς κακοῖς γ’ εἶναι καλά.
  18. μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,
  19. λάθρᾳ δὲ τόλμας οὐ καλὰς κεκτημένας.
  20. αἳ πῶς ποτ’, ὦ δέσποινα ποντία Κύπρι,