Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- θνητῶν ἐφρόντισ’ ᾗ διέφθαρται βίος.
- καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν
- πράσσειν κάκιον· ἔστι γὰρ τό γ’ εὖ φρονεῖν
- πολλοῖσιν· ἀλλὰ τῇδ’ ἀθρητέον τόδε·
- τὰ χρήστ’ ἐπιστάμεσθα καὶ γιγνώσκομεν,
- οὐκ ἐκπονοῦμεν δ’, οἳ μὲν ἀργίας ὕπο,
- οἳ δ’ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ
- ἄλλην τιν’. εἰσὶ δ’ ἡδοναὶ πολλαὶ βίου,
- μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,
- αἰδώς τε. δισσαὶ δ’ εἰσίν, ἣ μὲν οὐ κακή,
- ἣ δ’ ἄχθος οἴκων. εἰ δ’ ὁ καιρὸς ἦν σαφής,
- οὐκ ἂν δύ’ ἤστην ταὔτ’ ἔχοντε γράμματα.
- ταῦτ’ οὖν ἐπειδὴ τυγχάνω φρονοῦσ’ ἐγώ,
- οὐκ ἔσθ’ ὁποίῳ φαρμάκῳ διαφθερεῖν
- ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν.
- λέξω δὲ καὶ σοὶ τῆς ἐμῆς γνώμης ὁδόν·
- ἐπεί μ’ ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως
- κάλλιστ’ ἐνέγκαιμ’ αὐτόν. ἠρξάμην μὲν οὖν
- ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον.
- γλώσσῃ γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲν