Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἣ δ’ ἄχθος οἴκων. εἰ δ’ ὁ καιρὸς ἦν σαφής,
- οὐκ ἂν δύ’ ἤστην ταὔτ’ ἔχοντε γράμματα.
- ταῦτ’ οὖν ἐπειδὴ τυγχάνω φρονοῦσ’ ἐγώ,
- οὐκ ἔσθ’ ὁποίῳ φαρμάκῳ διαφθερεῖν
- ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν.
- λέξω δὲ καὶ σοὶ τῆς ἐμῆς γνώμης ὁδόν·
- ἐπεί μ’ ἔρως ἔτρωσεν, ἐσκόπουν ὅπως
- κάλλιστ’ ἐνέγκαιμ’ αὐτόν. ἠρξάμην μὲν οὖν
- ἐκ τοῦδε, σιγᾶν τήνδε καὶ κρύπτειν νόσον.
- γλώσσῃ γὰρ οὐδὲν πιστόν, ἣ θυραῖα μὲν
- φρονήματ’ ἀνδρῶν νουθετεῖν ἐπίσταται,
- αὐτὴ δ’ ὑφ’ αὑτῆς πλεῖστα κέκτηται κακά.
- τὸ δεύτερον δὲ τὴν ἄνοιαν εὖ φέρειν
- τῷ σωφρονεῖν νικῶσα προυνοησάμην.
- τρίτον δ’, ἐπειδὴ τοισίδ’ οὐκ ἐξήνυτον