Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- Κύπριν κρατῆσαι, κατθανεῖν ἔδοξέ μοι,
- κράτιστον — οὐδεὶς ἀντερεῖ — βουλευμάτων.
- ἐμοὶ γὰρ εἴη μήτε λανθάνειν καλὰ
- μήτ’ αἰσχρὰ δρώσῃ μάρτυρας πολλοὺς ἔχειν.
- τὸ δ’ ἔργον ᾔδη τὴν νόσον τε δυσκλεᾶ,
- γυνή τε πρὸς τοῖσδ’ οὖσ’ ἐγίγνωσκον καλῶς,
- μίσημα πᾶσιν. ὡς ὄλοιτο παγκάκως
- ἥτις πρὸς ἄνδρας ἤρξατ’ αἰσχύνειν λέχη
- πρώτη θυραίους. ἐκ δὲ γενναίων δόμων
- τόδ’ ἦρξε θηλείαισι γίγνεσθαι κακόν.
- ὅταν γὰρ αἰσχρὰ τοῖσιν ἐσθλοῖσιν δοκῇ,
- ἦ κάρτα δόξει τοῖς κακοῖς γ’ εἶναι καλά.
- μισῶ δὲ καὶ τὰς σώφρονας μὲν ἐν λόγοις,
- λάθρᾳ δὲ τόλμας οὐ καλὰς κεκτημένας.
- αἳ πῶς ποτ’, ὦ δέσποινα ποντία Κύπρι,