Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. — ἄσημα δ’ οὐκέτ’ ἐστὶν οἷ φθίνει τύχα
  2. Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.
Φαίδρα
  1. Τροζήνιαι γυναῖκες, αἳ τόδ’ ἔσχατον
  2. οἰκεῖτε χώρας Πελοπίας προνώπιον,
  3. ἤδη ποτ’ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ
  4. θνητῶν ἐφρόντισ’ ᾗ διέφθαρται βίος.
  5. καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν
  6. πράσσειν κάκιον· ἔστι γὰρ τό γ’ εὖ φρονεῖν
  7. πολλοῖσιν· ἀλλὰ τῇδ’ ἀθρητέον τόδε·
  8. τὰ χρήστ’ ἐπιστάμεσθα καὶ γιγνώσκομεν,
  9. οὐκ ἐκπονοῦμεν δ’, οἳ μὲν ἀργίας ὕπο,
  10. οἳ δ’ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ
  11. ἄλλην τιν’. εἰσὶ δ’ ἡδοναὶ πολλαὶ βίου,
  12. μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,
  13. αἰδώς τε. δισσαὶ δ’ εἰσίν, ἣ μὲν οὐ κακή,