Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- βίου θανοῦσα· χαίρετ’· οὐκέτ’ εἴμ’ ἐγώ.
- οἱ σώφρονες γὰρ οὐχ ἑκόντες, ἀλλ’ ὅμως
- κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ’ ἦν θεός,
- ἀλλ’ εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ,
- ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.
- ἄιες ὤ, ἔκλυες ὤ,
- ἀνήκουστα τᾶς
- τυράννου πάθεα μέλεα θρεομένας;
- — ὀλοίμαν ἔγωγε, πρὶν σὰν φιλίαν
- κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ.
- — ὦ τάλαινα τῶνδ’ ἀλγέων·
- — ὦ πόνοι τρέφοντες βροτούς.
- — ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.
- — τίς σε παναμέριος ὅδε χρόνος μένει;
- — τελευτάσεταί τι καινὸν δόμοις.
- — ἄσημα δ’ οὐκέτ’ ἐστὶν οἷ φθίνει τύχα
- Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.
- Τροζήνιαι γυναῖκες, αἳ τόδ’ ἔσχατον
- οἰκεῖτε χώρας Πελοπίας προνώπιον,
- ἤδη ποτ’ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ