Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- Κύπριδος, ὦ τάλαινα παῖ Κρησία.
- Τροζήνιαι γυναῖκες, αἳ τόδ’ ἔσχατον
- οἰκεῖτε χώρας Πελοπίας προνώπιον,
- ἤδη ποτ’ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ
- θνητῶν ἐφρόντισ’ ᾗ διέφθαρται βίος.
- καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν
- πράσσειν κάκιον· ἔστι γὰρ τό γ’ εὖ φρονεῖν
- πολλοῖσιν· ἀλλὰ τῇδ’ ἀθρητέον τόδε·
- τὰ χρήστ’ ἐπιστάμεσθα καὶ γιγνώσκομεν,
- οὐκ ἐκπονοῦμεν δ’, οἳ μὲν ἀργίας ὕπο,
- οἳ δ’ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ
- ἄλλην τιν’. εἰσὶ δ’ ἡδοναὶ πολλαὶ βίου,
- μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν,
- αἰδώς τε. δισσαὶ δ’ εἰσίν, ἣ μὲν οὐ κακή,
- ἣ δ’ ἄχθος οἴκων. εἰ δ’ ὁ καιρὸς ἦν σαφής,
- οὐκ ἂν δύ’ ἤστην ταὔτ’ ἔχοντε γράμματα.
- ταῦτ’ οὖν ἐπειδὴ τυγχάνω φρονοῦσ’ ἐγώ,
- οὐκ ἔσθ’ ὁποίῳ φαρμάκῳ διαφθερεῖν
- ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν.