Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. γυναῖκες, οὐκ ἀνασχέτ’· οὐκ ἀνέξομαι
  2. ζῶσ’· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.
  3. ῥίψω μεθήσω σῶμ’, ἀπαλλαχθήσομαι
  4. βίου θανοῦσα· χαίρετ’· οὐκέτ’ εἴμ’ ἐγώ.
  5. οἱ σώφρονες γὰρ οὐχ ἑκόντες, ἀλλ’ ὅμως
  6. κακῶν ἐρῶσι. Κύπρις οὐκ ἄρ’ ἦν θεός,
  7. ἀλλ’ εἴ τι μεῖζον ἄλλο γίγνεται θεοῦ,
  8. ἣ τήνδε κἀμὲ καὶ δόμους ἀπώλεσεν.
Χορός
  1. ἄιες ὤ, ἔκλυες ὤ,
  2. ἀνήκουστα τᾶς
  3. τυράννου πάθεα μέλεα θρεομένας;
  4. — ὀλοίμαν ἔγωγε, πρὶν σὰν φιλίαν
  5. κατανύσαι φρενῶν. ἰώ μοι, φεῦ φεῦ.
  6. — ὦ τάλαινα τῶνδ’ ἀλγέων·
  7. — ὦ πόνοι τρέφοντες βροτούς.
  8. — ὄλωλας, ἐξέφηνας ἐς φάος κακά.
  9. — τίς σε παναμέριος ὅδε χρόνος μένει;
  10. — τελευτάσεταί τι καινὸν δόμοις.
  11. — ἄσημα δ’ οὐκέτ’ ἐστὶν οἷ φθίνει τύχα