Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. σύ τ’, ὦ τάλαιν’ ὅμαιμε, Διονύσου δάμαρ,
Τροφός
  1. τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς;
Φαίδρα
  1. τρίτη δ’ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.
Τροφός
  1. ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος;
Φαίδρα
  1. ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.
Τροφός
  1. οὐδέν τι μᾶλλον οἶδ’ ἃ βούλομαι κλύειν.
Φαίδρα
  1. φεῦ·
  2. πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
Τροφός
  1. οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς.
Φαίδρα
  1. τί τοῦθ’, ὃ δὴ λέγουσιν ἀνθρώπους, ἐρᾶν;
Τροφός
  1. ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ’ ἅμα.
Φαίδρα
  1. ἡμεῖς ἂν εἶμεν θατέρῳ κεχρημένοι.
Τροφός
  1. τί φῄς; ἐρᾷς, ὦ τέκνον; ἀνθρώπων τίνος;
Φαίδρα
  1. ὅστις ποθ’ οὗτός ἐσθ’, ὁ τῆς Ἀμαζόνος ---
Τροφός
  1. Ἱππόλυτον αὐδᾷς;
Φαίδρα
  1. σοῦ τάδ’, οὐκ ἐμοῦ κλύεις.
Τροφός
  1. οἴμοι, τί λέξεις, τέκνον; ὥς μ’ ἀπώλεσας.
  2. γυναῖκες, οὐκ ἀνασχέτ’· οὐκ ἀνέξομαι
  3. ζῶσ’· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.
  4. ῥίψω μεθήσω σῶμ’, ἀπαλλαχθήσομαι