Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. Φοίβου δ’ ἀδελφὴν Ἄρτεμιν, Διὸς κόρην,
  2. τιμᾷ, μεγίστην δαιμόνων ἡγούμενος·
  3. χλωρὰν δ’ ἀν’ ὕλην παρθένῳ ξυνὼν ἀεὶ
  4. κυσὶν ταχείαις θῆρας ἐξαιρεῖ χθονός,
  5. μείζω βροτείας προσπεσὼν ὁμιλίας.
  6. τούτοισι μέν νυν οὐ φθονῶ· τί γάρ με δεῖ;
  7. ἃ δ’ εἰς ἔμ’ ἡμάρτηκε, τιμωρήσομαι
  8. Ἱππόλυτον ἐν τῇδ’ ἡμέρᾳ· τὰ πολλὰ δὲ
  9. πάλαι προκόψασ’ — οὐ πόνου πολλοῦ με δεῖ.
  10. ἐλθόντα γάρ νιν Πιτθέως ποτ’ ἐκ δόμων
  11. σεμνῶν ἐς ὄψιν καὶ τέλη μυστηρίων
  12. Πανδίονος γῆν, πατρὸς εὐγενὴς δάμαρ
  13. ἰδοῦσα Φαίδρα καρδίαν κατέσχετο
  14. ἔρωτι δεινῷ τοῖς ἐμοῖς βουλεύμασιν.
  15. καὶ πρὶν μὲν ἐλθεῖν τήνδε γῆν Τροζηνίαν,
  16. πέτραν παρ’ αὐτὴν Παλλάδος, κατόψιον
  17. γῆς τῆσδε, ναὸν Κύπριδος ἐγκαθίσατο,
  18. ἐρῶσ’ ἔρωτ’ ἔκδημον· Ἱππολύτῳ δ’ ἔπι
  19. τὸ λοιπὸν ὠνόμαζ’ ἐνιδρῦσθαι θεάν.