Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὀλεῖς· τὸ μέντοι πρᾶγμ’ ἐμοὶ τιμὴν φέρει.
Τροφός
  1. κἄπειτα κρύπτεις χρήσθ’ ἱκνουμένης ἐμοῦ;
Φαίδρα
  1. ἐκ τῶν γὰρ αἰσχρῶν ἐσθλὰ μηχανώμεθα.
Τροφός
  1. οὐκοῦν λέγουσα τιμιωτέρα φανῇ.
Φαίδρα
  1. ἄπελθε πρὸς θεῶν δεξιᾶς τ’ ἐμῆς μέθες.
Τροφός
  1. οὐ δῆτ’, ἐπεί μοι δῶρον οὐ δίδως ὃ χρῆν.
Φαίδρα
  1. δώσω· σέβας γὰρ χειρὸς αἰδοῦμαι τὸ σόν.
Τροφός
  1. σιγῷμ’ ἂν ἤδη· σὸς γὰρ οὑντεῦθεν λόγος.
Φαίδρα
  1. ὦ τλῆμον, οἷον, μῆτερ, ἠράσθης ἔρον,
Τροφός
  1. ὃν ἔσχε Ταύρου, τέκνον, ἢ τί φῂς τόδε;
Φαίδρα
  1. σύ τ’, ὦ τάλαιν’ ὅμαιμε, Διονύσου δάμαρ,
Τροφός
  1. τέκνον, τί πάσχεις; συγγόνους κακορροθεῖς;
Φαίδρα
  1. τρίτη δ’ ἐγὼ δύστηνος ὡς ἀπόλλυμαι.
Τροφός
  1. ἔκ τοι πέπληγμαι· ποῖ προβήσεται λόγος;
Φαίδρα
  1. ἐκεῖθεν ἡμεῖς, οὐ νεωστί, δυστυχεῖς.