Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- οὐδέν τι μᾶλλον οἶδ’ ἃ βούλομαι κλύειν.
- φεῦ·
- πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
- οὐ μάντις εἰμὶ τἀφανῆ γνῶναι σαφῶς.
- τί τοῦθ’, ὃ δὴ λέγουσιν ἀνθρώπους, ἐρᾶν;
- ἥδιστον, ὦ παῖ, ταὐτὸν ἀλγεινόν θ’ ἅμα.
- ἡμεῖς ἂν εἶμεν θατέρῳ κεχρημένοι.
- τί φῄς; ἐρᾷς, ὦ τέκνον; ἀνθρώπων τίνος;
- ὅστις ποθ’ οὗτός ἐσθ’, ὁ τῆς Ἀμαζόνος ---
- Ἱππόλυτον αὐδᾷς;
- σοῦ τάδ’, οὐκ ἐμοῦ κλύεις.
- οἴμοι, τί λέξεις, τέκνον; ὥς μ’ ἀπώλεσας.
- γυναῖκες, οὐκ ἀνασχέτ’· οὐκ ἀνέξομαι
- ζῶσ’· ἐχθρὸν ἦμαρ, ἐχθρὸν εἰσορῶ φάος.
- ῥίψω μεθήσω σῶμ’, ἀπαλλαχθήσομαι