Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. παῖδάς τ’ ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.
Φαίδρα
  1. φιλῶ τέκν’· ἄλλῃ δ’ ἐν τύχῃ χειμάζομαι.
Τροφός
  1. ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς;
Φαίδρα
  1. χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι.
Τροφός
  1. μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;
Φαίδρα
  1. φίλος μ’ ἀπόλλυσ’ οὐχ ἑκοῦσαν οὐχ ἑκών.
Τροφός
  1. Θησεύς τιν’ ἡμάρτηκεν ἐς σ’ ἁμαρτίαν;
Φαίδρα
  1. μὴ δρῶσ’ ἔγωγ’ ἐκεῖνον ὀφθείην κακῶς.
Τροφός
  1. τί γὰρ τὸ δεινὸν τοῦθ’ ὅ σ’ ἐξαίρει θανεῖν;
Φαίδρα
  1. ἔα μ’ ἁμαρτεῖν· οὐ γὰρ ἐς σὲ ἁμαρτάνω.
Τροφός
  1. οὐ δῆθ’ ἑκοῦσά γ’, ἐν δὲ σοὶ λελείψομαι.
Φαίδρα
  1. τί δρᾷς; βιάζῃ χειρὸς ἐξαρτωμένη;
Τροφός
  1. καὶ σῶν γε γονάτων, κοὐ μεθήσομαί ποτε.
Φαίδρα
  1. κάκ’, ὦ τάλαινα, σοὶ τάδ’, εἰ πεύσῃ, κακά.
Τροφός
  1. μεῖζον γὰρ ἢ σοῦ μὴ τυχεῖν τί μοι κακόν;