Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- γυναῖκες, ἄλλως τούσδε μοχθοῦμεν πόνους,
- ἴσον δ’ ἄπεσμεν τῷ πρίν· οὔτε γὰρ τότε
- λόγοις ἐτέγγεθ’ ἥδε νῦν τ’ οὐ πείθεται. —
- ἀλλ’ ἴσθι μέντοι — πρὸς τάδ’ αὐθαδεστέρα
- γίγνου θαλάσσης — εἰ θανῇ, προδοῦσα σοὺς
- παῖδας πατρῴων μὴ μεθέξοντας δόμων,
- μὰ τὴν ἄνασσαν ἱππίαν Ἀμαζόνα,
- ἣ σοῖς τέκνοισι δεσπότην ἐγείνατο
- νόθον φρονοῦντα γνήσι’, οἶσθά νιν καλῶς,
- Ἱππόλυτον
- οἴμοι.
- θιγγάνει σέθεν τόδε;
- ἀπώλεσάς με, μαῖα, καί σε πρὸς θεῶν
- τοῦδ’ ἀνδρὸς αὖθις λίσσομαι σιγᾶν πέρι.
- ὁρᾷς; φρονεῖς μὲν εὖ, φρονοῦσα δ’ οὐ θέλεις
- παῖδάς τ’ ὀνῆσαι καὶ σὸν ἐκσῶσαι βίον.
- φιλῶ τέκν’· ἄλλῃ δ’ ἐν τύχῃ χειμάζομαι.
- ἁγνὰς μέν, ὦ παῖ, χεῖρας αἵματος φορεῖς;
- χεῖρες μὲν ἁγναί, φρὴν δ’ ἔχει μίασμά τι.
- μῶν ἐξ ἐπακτοῦ πημονῆς ἐχθρῶν τινος;