Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἔκδημος ὢν γὰρ τῆσδε τυγχάνει χθονός.
- σὺ δ’ οὐκ ἀνάγκην προσφέρεις, πειρωμένη
- νόσον πυθέσθαι τῆσδε καὶ πλάνον φρενῶν;
- ἐς πάντ’ ἀφῖγμαι κοὐδὲν εἴργασμαι πλέον·
- οὐ μὴν ἀνήσω γ’ οὐδὲ νῦν προθυμίας,
- ὡς ἂν παροῦσα καὶ σύ μοι ξυμμαρτυρῇς
- οἵα πέφυκα δυστυχοῦσι δεσπόταις.
- ἄγ’, ὦ φίλη παῖ, τῶν πάροιθε μὲν λόγων
- λαθώμεθ’ ἄμφω, καὶ σύ θ’ ἡδίων γενοῦ
- στυγνὴν ὀφρὺν λύσασα καὶ γνώμης ὁδόν,
- ἐγώ θ’ ὅπῃ σοι μὴ καλῶς τόθ’ εἱπόμην
- μεθεῖσ’ ἐπ’ ἄλλον εἶμι βελτίω λόγον.
- κεἰ μὲν νοσεῖς τι τῶν ἀπορρήτων κακῶν,
- γυναῖκες αἵδε συγκαθιστάναι νόσον·
- εἰ δ’ ἔκφορός σοι συμφορὰ πρὸς ἄρσενας,
- λέγ’, ὡς ἰατροῖς πρᾶγμα μηνυθῇ τόδε.
- εἶἑν· τί σιγᾷς; οὐκ ἐχρῆν σιγᾶν, τέκνον,
- ἀλλ’ ἤ μ’ ἐλέγχειν, εἴ τι μὴ καλῶς λέγω,
- ἢ τοῖσιν εὖ λεχθεῖσι συγχωρεῖν λόγοις.
- φθέγξαι τι, δεῦρ’ ἄθρησον. — ὦ τάλαιν’ ἐγώ,