Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. βιότου δ’ ἀτρεκεῖς ἐπιτηδεύσεις
  2. φασὶ σφάλλειν πλέον ἢ τέρπειν
  3. τῇ θ’ ὑγιείᾳ μᾶλλον πολεμεῖν.
  4. οὕτω τὸ λίαν ἧσσον ἐπαινῶ
  5. τοῦ μηδὲν ἄγαν·
  6. καὶ ξυμφήσουσι σοφοί μοι.
Χορός
  1. γύναι γεραιά, βασιλίδος πιστὴ τροφὲ
  2. Φαίδρας, ὁρῶμεν τάσδε δυστήνους τύχας,
  3. ἄσημα δ’ ἡμῖν ἥτις ἐστὶν ἡ νόσος·
  4. σοῦ δ’ ἂν πυθέσθαι καὶ κλύειν βουλοίμεθ’ ἄν.
Τροφός
  1. οὐκ οἶδ’ ἐλέγχους· οὐ γὰρ ἐννέπειν θέλει.
Χορός
  1. οὐδ’ ἥτις ἀρχὴ τῶνδε πημάτων ἔφυ;
Τροφός
  1. ἐς ταὐτὸν ἥκεις· πάντα γὰρ σιγᾷ τάδε.
Χορός
  1. ὡς ἀσθενεῖ τε καὶ κατέξανται δέμας.
Τροφός
  1. πῶς δ’ οὔ, τριταίαν γ’ οὖσ’ ἄσιτος ἡμέραν;
Χορός
  1. πότερον ὑπ’ ἄτης ἢ θανεῖν πειρωμένη;
Τροφός
  1. θανεῖν; ἀσιτεῖ γ’ εἰς ἀπόστασιν βίου.
Χορός
  1. θαυμαστὸν εἶπας, εἰ τάδ’ ἐξαρκεῖ πόσει.
Τροφός
  1. κρύπτει γὰρ ἥδε πῆμα κοὔ φησιν νοσεῖν.
Χορός
  1. ὃ δ’ ἐς πρόσωπον οὐ τεκμαίρεται βλέπων;