Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐμάνην, ἔπεσον δαίμονος ἄτῃ.
  2. φεῦ φεῦ, τλήμων.
  3. μαῖα, πάλιν μου κρύψον κεφαλήν,
  4. αἰδούμεθα γὰρ τὰ λελεγμένα μοι.
  5. κρύπτε· κατ’ ὄσσων δάκρυ μοι βαίνει,
  6. καὶ ἐπ’ αἰσχύνην ὄμμα τέτραπται.
  7. τὸ γὰρ ὀρθοῦσθαι γνώμην ὀδυνᾷ·
  8. τὸ δὲ μαινόμενον κακόν· ἀλλὰ κρατεῖ
  9. μὴ γιγνώσκοντ’ ἀπολέσθαι.
Τροφός
  1. κρύπτω· τὸ δ’ ἐμὸν πότε δὴ θάνατος
  2. σῶμα καλύψει;
  3. πολλὰ διδάσκει μ’ ὁ πολὺς βίοτος.
  4. χρῆν γὰρ μετρίας εἰς ἀλλήλους
  5. φιλίας θνητοὺς ἀνακίρνασθαι
  6. καὶ μὴ πρὸς ἄκρον μυελὸν ψυχῆς,
  7. εὔλυτα δ’ εἶναι στέργηθρα φρενῶν
  8. ἀπό τ’ ὤσασθαι καὶ ξυντεῖναι.
  9. τὸ δ’ ὑπὲρ δισσῶν μίαν ὠδίνειν
  10. ψυχὴν χαλεπὸν βάρος, ὡς κἀγὼ
  11. τῆσδ’ ὑπεραλγῶ.