Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἔσται μέριμνα, κοὐκ ἀνώνυμος πεσὼν
- ἔρως ὁ Φαίδρας ἐς σὲ σιγηθήσεται.
- σὺ δ’, ὦ γεραιοῦ τέκνον Αἰγέως, λαβὲ
- σὸν παῖδ’ ἐν ἀγκάλαισι καὶ προσέλκυσαι·
- ἄκων γὰρ ὤλεσάς νιν· ἀνθρώποισι δὲ
- θεῶν διδόντων εἰκὸς ἐξαμαρτάνειν.
- καὶ σοὶ παραινῶ πατέρα μὴ στυγεῖν σέθεν,
- Ἱππόλυτ’· ἔχεις γὰρ μοῖραν ᾗ διεφθάρης.
- καὶ χαῖρ’· ἐμοὶ γὰρ οὐ θέμις φθιτοὺς ὁρᾶν
- οὐδ’ ὄμμα χραίνειν θανασίμοισιν ἐκπνοαῖς·
- ὁρῶ δέ σ’ ἤδη τοῦδε πλησίον κακοῦ.
- χαίρουσα καὶ σὺ στεῖχε, παρθέν’ ὀλβία·
- μακρὰν δὲ λείπεις ῥᾳδίως ὁμιλίαν.
- λύω δὲ νεῖκος πατρὶ χρῃζούσης σέθεν·
- καὶ γὰρ πάροιθε σοῖς ἐπειθόμην λόγοις.
- αἰαῖ, κατ’ ὄσσων κιγχάνει μ’ ἤδη σκότος·
- λαβοῦ, πάτερ, μου καὶ κατόρθωσον δέμας.
- οἴμοι, τέκνον, τί δρᾷς με τὸν δυσδαίμονα;
- ὄλωλα καὶ δὴ νερτέρων ὁρῶ πύλας.