Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ἦ τὴν ἐμὴν ἄναγνον ἐκλιπὼν χέρα;
Ἱππόλυτος
  1. οὐ δῆτ’, ἐπεί σε τοῦδ’ ἐλευθερῶ φόνου.
Θησεύς
  1. τί φῄς; ἀφίης αἵματός μ’ ἐλεύθερον;
Ἱππόλυτος
  1. τὴν τοξόδαμνον Ἄρτεμιν μαρτύρομαι.
Θησεύς
  1. ὦ φίλταθ’, ὡς γενναῖος ἐκφαίνῃ πατρί.
Ἱππόλυτος
  1. τοιῶνδε παίδων γνησίων εὔχου τυχεῖν.
Θησεύς
  1. οἴμοι φρενὸς σῆς εὐσεβοῦς τε κἀγαθῆς.
Ἱππόλυτος
  1. ὦ χαῖρε καὶ σύ, χαῖρε πολλά μοι, πάτερ.
Θησεύς
  1. μή νυν προδῷς με, τέκνον, ἀλλὰ καρτέρει.
Ἱππόλυτος
  1. κεκαρτέρηται τἄμ’· ὄλωλα γάρ, πάτερ.
  2. κρύψον δέ μου πρόσωπον ὡς τάχος πέπλοις.
Θησεύς
  1. ὦ κλείν’ Ἀθῆναι Παλλάδος θ’ ὁρίσματα,
  2. οἵου στερήσεσθ’ ἀνδρός. ὦ τλήμων ἐγώ·
  3. ὡς πολλά, Κύπρι, σῶν κακῶν μεμνήσομαι.
Χορός
  1. κοινὸν τόδ’ ἄχος πᾶσι πολίταις
  2. ἦλθεν ἀέλπτως.
  3. πολλῶν δακρύων ἔσται πίτυλος·
  4. τῶν γὰρ μεγάλων ἀξιοπενθεῖς
  5. φῆμαι μᾶλλον κατέχουσιν.