Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὦ δῶρα πατρὸς σοῦ Ποσειδῶνος πικρά.
Θησεύς
  1. ὡς μήποτ’ ἐλθεῖν ὤφελ’ ἐς τοὐμὸν στόμα.
Ἱππόλυτος
  1. τί δ’; ἔκτανές τἄν μ’, ὡς τότ’ ἦσθ’ ὠργισμένος.
Θησεύς
  1. δόξης γὰρ ἦμεν πρὸς θεῶν ἐσφαλμένοι.
Ἱππόλυτος
  1. φεῦ·
  2. εἴθ’ ἦν ἀραῖον δαίμοσιν βροτῶν γένος.
Ἄρτεμις
  1. ἔασον· οὐ γὰρ οὐδὲ γῆς ὑπὸ ζόφον
  2. θεᾶς ἄτιμοι Κύπριδος ἐκ προθυμίας
  3. ὀργαὶ κατασκήψουσιν ἐς τὸ σὸν δέμας
  4. σῆς εὐσεβείας κἀγαθῆς φρενὸς χάριν.
  5. ἐγὼ γὰρ αὐτῆς ἄλλον ἐξ ἐμῆς χερὸς
  6. ὃς ἂν μάλιστα φίλτατος κυρῇ βροτῶν
  7. τόξοις ἀφύκτοις τοῖσδε τιμωρήσομαι.
  8. σοὶ δ’, ὦ ταλαίπωρ’, ἀντὶ τῶνδε τῶν κακῶν
  9. τιμὰς μεγίστας ἐν πόλει Τροζηνίᾳ
  10. δώσω· κόραι γὰρ ἄζυγες γάμων πάρος
  11. κόμας κεροῦνταί σοι, δι’ αἰῶνος μακροῦ
  12. πένθη μέγιστα δακρύων καρπουμένῳ.
  13. ἀεὶ δὲ μουσοποιὸς ἐς σὲ παρθένων