Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. ὢν ᾐσθόμην σου κἀνεκουφίσθην δέμας·
  2. ἔστ’ ἐν τόποισι τοισίδ’ Ἄρτεμις θεά.
Ἄρτεμις
  1. ὦ τλῆμον, ἔστι, σοί γε φιλτάτη θεῶν.
Ἱππόλυτος
  1. ὁρᾷς με, δέσποιν’, ὡς ἔχω, τὸν ἄθλιον;
Ἄρτεμις
  1. ὁρῶ· κατ’ ὄσσων δ’ οὐ θέμις βαλεῖν δάκρυ.
Ἱππόλυτος
  1. οὐκ ἔστι σοι κυναγὸς οὐδ’ ὑπηρέτης,
Ἄρτεμις
  1. οὐ δῆτ’· ἀτάρ μοι προσφιλής γ’ ἀπόλλυσαι.
Ἱππόλυτος
  1. οὐδ’ ἱππονώμας οὐδ’ ἀγαλμάτων φύλαξ.
Ἄρτεμις
  1. Κύπρις γὰρ ἡ πανοῦργος ὧδ’ ἐμήσατο.
Ἱππόλυτος
  1. ὤμοι· φρονῶ δὴ δαίμον’ ἥ μ’ ἀπώλεσεν.
Ἄρτεμις
  1. τιμῆς ἐμέμφθη σωφρονοῦντι δ’ ἤχθετο.
Ἱππόλυτος
  1. τρεῖς ὄντας ἡμᾶς ὤλεσ’, ᾔσθημαι, Κύπρις.
Ἄρτεμις
  1. πατέρα γε καὶ σὲ καὶ τρίτην ξυνάορον.
Ἱππόλυτος
  1. ᾤμωξα τοίνυν καὶ πατρὸς δυσπραξίας.
Ἄρτεμις
  1. ἐξηπατήθη δαίμονος βουλεύμασιν.
Ἱππόλυτος
  1. ὦ δυστάλας σὺ τῆσδε συμφορᾶς, πάτερ.
Θησεύς
  1. ὄλωλα, τέκνον, οὐδέ μοι χάρις βίου.
Ἱππόλυτος
  1. στένω σὲ μᾶλλον ἢ ’μὲ τῆς ἁμαρτίας.
Θησεύς
  1. εἰ γὰρ γενοίμην, τέκνον, ἀντὶ σοῦ νεκρός.