Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. — ἦ σὺ γ’ ἔνθεος, ὦ κούρα,
  2. εἴτ’ ἐκ Πανὸς εἴθ’ Ἑκάτας
  3. ἢ σεμνῶν Κορυβάντων φοι-
  4. τᾷς ἢ ματρὸς ὀρείας;
  5. — σὺ δ’ ἀμφὶ τὰν πολύθηρον Δί-
  6. κτυνναν ἀμπλακίαις ἀνίε-
  7. ρος ἀθύτων πελάνων τρύχῃ;
  8. φοιτᾷ γὰρ καὶ διὰ λίμνας
  9. χέρσον θ’ ὑπὲρ πελάγους
  10. δίναις ἐν νοτίαις ἅλμας.
Χορός
  1. — ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν
  2. ἀρχαγόν, τὸν εὐπατρίδαν,
  3. ποιμαίνει τις ἐν οἴκοις κρυ-
  4. πτὰ κοίτα λεχέων σῶν;
  5. — ἢ ναυβάτας τις ἔπλευσεν Κρή-
  6. τας ἔξορμος ἀνὴρ λιμένα
  7. τὸν εὐξεινότατον ναύταις,
  8. φήμαν πέμπων βασιλείᾳ,
  9. λύπᾳ δ’ ὑπὲρ παθέων
  10. εὐναία δέδεται ψυχά;