Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- — φιλεῖ δὲ τᾷ δυστρόπῳ γυναικῶν
- ἁρμονίᾳ κακὰ δύστανος ἀμηχανία συνοικεῖν,
- ὠδινῶν τε καὶ ἀφροσύνας.
- δι’ ἐμᾶς ᾖξέν ποτε νηδύος ἅδ’
- αὔρα. τὰν δ’ εὔλοχον οὐρανίαν
- τόξων μεδέουσαν ἀύτευν
- Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ
- σὺν θεοῖσι φοιτᾷ.
- — ἀλλ’ ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν
- τήνδε κομίζουσ’ ἔξω μελάθρων·
- στυγνὸν δ’ ὀφρύων νέφος αὐξάνεται.
- τί ποτ’ ἔστι μαθεῖν ἔραται ψυχή,
- τί δεδήληται
- δέμας ἀλλόχροον βασιλείας.
- ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι.
- τί σ’ ἐγὼ δράσω; τί δὲ μὴ δράσω;
- τόδε σοι φέγγος λαμπρόν, ὅδ’ αἰθήρ·
- ἔξω δὲ δόμων ἤδη νοσερᾶς
- δέμνια κοίτης.
- δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι·