Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται,
  2. βαπτὰν κάλπισι ῥυτὰν πα-
  3. γὰν προιεῖσα κρημνῶν·
  4. ὅθι μοί τις ἦν φίλα
  5. πορφύρεα φάρεα
  6. ποταμίᾳ δρόσῳ
  7. τέγγουσα, θερ-
  8. μᾶς δ’ ἐπὶ νῶτα πέτρας εὐ-
  9. αλίου κατέβαλλ’· ὅθεν
  10. μοι πρώτα φάτις ἦλθε δεσποίνας·
Χορός
  1. τειρομέναν νοσερᾷ κοίτᾳ δέμας ἐντὸς ἔχειν
  2. οἴκων, λεπτὰ δὲ φάρη ξάν-
  3. θαν κεφαλὰν σκιάζειν·
  4. τριτάταν δέ νιν κλύω
  5. τάνδ’ ἀβρωσίᾳ
  6. στόματος ἁμέραν
  7. Δάματρος ἀ-
  8. κτᾶς δέμας ἁγνὸν ἴσχειν, κρυ-
  9. πτῷ πένθει θανάτου θέλου-
  10. σαν κέλσαι ποτὶ τέρμα δύστανον.