Hippolytus

Euripides

Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.

  1. προσαπόλλυτ’ ἀπόλλυτε τὸν δυσδαί-
  2. μονά μ’· ἀμφιτόμου λόγχας ἔραμαι,
  3. διαμοιρᾶσαι
  4. διά τ’ εὐνᾶσαι τὸν ἐμὸν βίοτον.
  5. ὦ πατρὸς ἐμοῦ δύστηνος ἀρά·
  6. μιαιφόνων τε συγγόνων παλαιῶν
  7. προγεννητόρων ἐξορίζεται
  8. κακόν, οὐδὲ μέλλει,
  9. ἔμολέ τ’ ἐπ’ ἐμὲ τί ποτε τὸν οὐ-
  10. δὲν ὄντ’ ἐπαίτιον κακῶν;
  11. ἰώ μοί μοι·
  12. — τί φῶ; πῶς ἀπαλλάξω βιοτὰν ἐμὰν τάνδ’ ἀναλ-
  13. γήτου πάθους; εἴθε με κοι-
  14. μάσειε τὸν δυσδαίμον’ Ἅι-
  15. δου μέλαινα νύκτερός τ’ ἀνάγκα.
Ἄρτεμις
  1. ὦ τλῆμον, οἵᾳ συμφορᾷ συνεζύγης·
  2. τὸ δ’ εὐγενές σε τῶν φρενῶν ἀπώλεσεν.
Ἱππόλυτος
  1. ἔα·
  2. ὦ θεῖον ὀδμῆς πνεῦμα· καὶ γὰρ ἐν κακοῖς