Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ὦ στυγνὸν ὄχημ’ ἵππειον, ἐμῆς
- βόσκημα χερός,
- διά μ’ ἔφθειρας, κατὰ δ’ ἔκτεινας.
- φεῦ φεῦ· πρὸς θεῶν, ἀτρέμας, δμῶες,
- χροὸς ἑλκώδους ἅπτεσθε χεροῖν.
- τίς ἐφέστηκεν δεξιὰ πλευροῖς;
- πρόσφορά μ’ αἴρετε, σύντονα δ’ ἕλκετε
- τὸν κακοδαίμονα καὶ κατάρατον
- πατρὸς ἀμπλακίαις. Ζεῦ Ζεῦ, τάδ’ ὁρᾷς;
- ὅδ’ ὁ σεμνὸς ἐγὼ καὶ θεοσέπτωρ,
- ὅδ’ ὁ σωφροσύνῃ πάντας ὑπερσχὼν
- προῦπτον ἐς Ἅιδην στείχω κατ’ ἄκρας
- ὀλέσας βίοτον· μόχθους δ’ ἄλλως
- τῆς εὐσεβίας
- εἰς ἀνθρώπους ἐπόνησα.
- αἰαῖ αἰαῖ·
- καὶ νῦν ὀδύνα μ’ ὀδύνα βαίνει —
- μέθετέ με, τάλανες —
- καί μοι θάνατος Παιὰν ἔλθοι.