Hippolytus
Euripides
Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- ἔπειτα δ’ ἡ θανοῦσ’ ἀνήλωσεν γυνὴ
- λόγων ἐλέγχους ὥστε σὴν πεῖσαι φρένα.
- μάλιστα μέν νυν σοὶ τάδ’ ἔρρωγεν κακά,
- λύπη δὲ κἀμοί· τοὺς γὰρ εὐσεβεῖς θεοὶ
- θνῄσκοντας οὐ χαίρουσι· τούς γε μὴν κακοὺς
- αὐτοῖς τέκνοισι καὶ δόμοις ἐξόλλυμεν.
- καὶ μὴν ὁ τάλας ὅδε δὴ στείχει,
- σάρκας νεαρὰς ξανθόν τε κάρα
- διαλυμανθείς. ὦ πόνος οἴκων,
- οἷον ἐκράνθη δίδυμον μελάθροις
- πένθος θεόθεν καταληπτόν.
- αἰαῖ αἰαῖ·
- δύστηνος ἐγώ, πατρὸς ἐξ ἀδίκου
- χρησμοῖς ἀδίκοις διελυμάνθην.
- ἀπόλωλα τάλας, οἴμοι μοι.
- διά μου κεφαλῆς ᾄσσουσ’ ὀδύναι,
- κατὰ δ’ ἐγκέφαλον πηδᾷ σφάκελος.
- σχές, ἀπειρηκὸς σῶμ’ ἀναπαύσω.
- ἓ ἕ·